Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
díctamo crético | díktamon δίκταμον |
Origanum dictamnus L. |
3.32 |
fol. fol.
τμϚ (346)
πεὶ δικτάμου· δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, οἱ δὲ ἔμβακτρον [1]. [οἱ δὲ
βελουλκός, οἱ δὲ Ἀρτεμιδήιον, οἱ δὲ Κρητική, οἱ δὲ ἐφήμερον, οἱ δὲ Ἰδαία, οἱ δὲ ὠκυτόκος, οἱ δὲ δορκάδιον, οἱ δὲ ἐκβόλιον, Ῥωμαῖοι οὐστιλάγω ῥούστικα, τινὲς δὲ καλοῦσιν αὐτὴν γλήχωνα ἀγρίαν, οἱ δὲ βαίτιον.] πόα ἐστὶ Κρητική, δριμεῖα λίαν, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν·οὔτε δὲ ἄνθος οὔτε καρπὸν φέρει. ποιεῖ δ᾽ ἅπαντα, ὅσα καὶ ἡ ἥμερος γλήχων, ἐνεργεστέρα δὲ πολλῷ· οὐ μόνον γὰρ πινομένη ἀλλὰ καὶ προστιθεμένη καὶ ὑποθυμιωμένη τὰ τεθνηκότα ἔμβρυα ἐκτινάσσει. φασὶ δὲ καὶ τὰς αἶγας ἐν Κρήτῃ, ἐπειδὰν τοξευθῶσι, νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰ τοξεύματα. [ἔχει δὲ καὶ καθαρτικὴν δύναμιν ὁ χυλὸς αὐτῆς καταχριόμενος ἢ τριβόμενος ὥσπερ μετὰ ἀλφίτων· καταπλασσομένη δὲ ἡ βοτάνη τοὺς ὑποκάτω τῶν ποδῶν ἢ τοῦ λοιποῦ σώματος σκόλοπας θεραπεύθει· ποιεῖ δὲ καὶ πρὸς πόνον σπληνός, μειοῖ γὰρ αὐτόν. κομίζουσι δὲ αὐτὴν ἐν θέρει καὶ φθινοπώρῳ· ἡ δὲ ῥίζα αὐτῆς γευομένῳ θερμαίνει· ἔστι δὲ καὶ ὠκυτόκιον.
fol. fol.
βοηθεῖ δὲ καὶ θηριοδήκτοις ὁ χυλὸς αὐτῆς μετ' οἴνου πινόμενος. τοιαύτη δὲ τῆς βοτάνης ἡ δύναμις , ὡς καὶ ὀσφραινομένη διώκειν καὶ προσαπτομένη ἀναιρεῖν τὰ ἰοβόλα θηρία. τὸ δὲ αὐτῆς χύλισμα ἐπιχεόμενον πληγῇ σιδήρου ἢ ἰοβόλου δήγματι καὶ πρὸς τῷ ἐπιχυθῆναι καὶ λαμβανόμενον πόσει εὐθέως ὑγιάζει.]