Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
matricaria | parthénion παρθένιον |
Tanacetum parthenium (L.) Shculz |
3.138 |
υνδ (454)
Texto provisional
παρθένιον· οἱ δὲ ἀμάρακον, [οἱ δὲ ἀνθεμίς], οἱ δὲ λευκάνθεμον, [οἱ δὲ λευκάνθεμον, οἱ δὲ παρθένιον, οἱ δὲ χαμαίμηλον, οἱ δὲ χρυσοκαλλίας, οἱ δὲ μαλάβαθρον, οἱ δὲ ἄνθος πεδινόν, Ῥωμαῖοι σῶλις ὄκουλουμ, οἱ δὲ μιλλεφόλιουμ, Θοῦσκοι καυτάμ, Ἄφροι θαμάκθ.] φύλλα ἔχει κορίῳ ὅμοια, ἄνθη δὲ κύκλῳ λευκά, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον. δύναται δὲ ξηρὰ σὺν ὀξυμέλιτι ἢ σὺν ἁλσὶ ποθεῖσα ὡς τὸ ἐπίθυμον φλέγμα καὶ χολὴν ἄγειν κάτω καὶ τοὺς ἀσθματικοὺς ὠφελεῖ καὶ μελαγχολικούς. ἡ δὲ πόα χωρὶς τοῦ ἄνθους ὠφελίμως ἐπὶ λιθιώντων καὶ ἀσθματικῶν ποτίζεται, τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα ὑστέρας ἐσκληρυσμένης καὶ φλεγμαινούσης. καταπλάσσεται δὲ καὶ πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς σὺν τοῖς ἄνθεσιν.