Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
higueruela | tríphyllon τρίφυλλον |
Psoralea bituminosa L. |
3.109 |
υκε (425)
Texto provisional
τρίφυλλον· οἱ δὲ ὀξύφυλλον καλοῦσι [οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, Ῥωμαῖοι τριφόλιουμ ἀκούτουμ, οἱ δὲ τριφόλιουμ ὀδοράτουμ]. θάμνος ἐστὶ πήχεως ἢ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας <πολλὰς> ἐχούσας, ἐφ᾽ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ᾽ ἑκάστην βλάστησιν· ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δὲ ἀσφάλτου· ἄνθος δὲ ἀνίησι πορφυροῦν, σπέρμα δὲ ὑπόπλατυ, ὑπόδασυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά. {2} βοηθεῖ δὲ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα ἐν ὕδατι πλευριτικοῖς, δυσουροῦσιν, ἐπιλημπτικοῖς, ἀρχομένοις ὑδρωπιᾶν, ὑστερικαῖς· ἄγει δὲ καὶ καταμήνια. δεῖ δὲ διδόναι τοῦ μὲν σπέρματος δραχμὰς τρεῖς, τῶν δὲ φύλλων δραχμὰς τέσσαρας· ἀρήγει δὲ καὶ θηριοδήκτοις σὺν ὀξυμέλιτι τὰ φύλλα πινόμενα. ἱστόρησαν δέ τινες ὅτι ὅλου τοῦ θάμνου καὶ τῆς ῥίζης τὸ ἀφέψημα καὶ τῶν φύλλων καταντλούμενον ἐπὶ τῶν ἑρπετοδήκτων παραιτεῖται τοὺς πόνους. ἐὰν δὲ θεραπευθείς τις τῷ ὕδατι [ἐὰν] ἕτερον ἕλκος ἔχων καταντληθῇ, τὰ αὐτὰ πάσχει τοῖς δηχθεῖσι. ποτίζουσι δέ τινες ἐπὶ μὲν τριταίου τρία φύλλα ἢ τρία σπερμάτια ἐν οἴνῳ, ἐπὶ δὲ τεταρταίου τέσσαρα, ὡς λύοντα τὰς περιόδους· μείγνυται δὲ αὐτῆς ἡ ῥίζα καὶ ἀντιδότοις.