Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cuajo de liebre | pitýa lagōoû πιτύα λαγωοῦ |
- | 2.75 |
σδ (204)
περὶ πιτύας λαγωοῦ· πιτύα λαγωοῦ ἁρμόζει [1] σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους
καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας πρός τε [2] αἵματος θρόμβωσιν
καὶ ἀναγωγὰς <τὰς> ἐκ θώρακος, προστιθεμένη τε [3] μετὰ <τὴν> κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλ-
λήψιν [4] συνεργεῖ, ποθεῖσα δὲ [φθείρει ἔμβρυα] μετὰ [δὲ] τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου,
ὑπ᾽ ἐνίων <δὲ> ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν. {2} ἐρίφου δὲ καὶ
ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου
καὶ βουβάλου ὁμοίαν ἔχουσι δύναμιν, ἁρμόζουσαν πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβα-
νόμεναι καὶ πρὸς γάλακτος θρόμβωσιν μετ᾽ ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρ-
σεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν
τῷ καστορίῳ, δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιλημπτικοῖς καὶ ὑστερικαῖς πνιξὶ πινομένη. {3} δο-
κιμάζεται δέ, εἰ ἔστι φώκης, τὸν τρόπον τοῦτον· λαβὼν πιτύαν ζῴου τινός, μάλιστα δὲ ἀρνός,
καὶ ἐπιχέας ὕδωρ ἔασον βραχὺν χρόνον, καὶ μετὰ ταῦτα ἐπίχει τὸ ἀπόβρεγμα κατὰ τῆς
πιτύας τῆς φώκης· ἡ γὰρ ἀληθινὴ ἐξυδατοῦται ταχέως, ἡ δὲ μὴ τοιαύτη διαμένει ὁμοία.
λαμβάνεται δὲ ἐκ τῆς φώκης πιτύα μήπω [5] δυναμένων συννήχεσθαι [6] τῶν σκύμνων . κοι-
νῶς δὲ πᾶσα πιτύα πήσσει μὲν τὰ διαλελυμένα, λύει δὲ τὰ συνεστῶτα.