Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
almidón | ámylon ἄμυλον |
- | 2.101 |
σλ (230)
περὶ ἀμύλου·
[ἄμυλον] ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον
ἐκ πυροῦ σιτανίου [1], κρητικὸν δὲ ἢ αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σιτανίου [2]
καθαροῦ, βρεχομένου [3] πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μα-
λακὸς γένηται, δεῖ πραέως τὸ ὕδωρ ἐκχεῖν χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον.
ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα
ὕδωρ ἐπιχέοντας <πάλιν> τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοι-
πὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων
καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ· ἔνικμον γὰρ κἂν ἐπ᾽ ὀλίγον μείνῃ, ὀξίζει. {2} ποιεῖ δὲ πρὸς ὀφθαλ-
μῶν ῥεύματα καὶ κοιλότητας καὶ φλυκταίνας [4]· στέλλει δὲ καὶ αἵματος ἀναγωγὰς πινόμενον
καὶ τὰς περὶ ἀρτηρίαν <τραχύτητας> πραύνει· μίγνυται δὲ καὶ γάλακτι καὶ προσοψήμασι. σκευάζεται δὲ
καὶ ἐκ ζειᾶς [5] βραχείσης καὶ πλυθείσης πρὸς μίαν ἢ δευτέραν ἡμέραν καὶ σταιτὸς τρόπον
ἀποθλιβείσης διὰ τῶν χειρῶν καὶ ξηρανθείσης ἐν ὀξυτάτῳ ἡλίῳ, ὡς προείρηται. τὸ δὲ
τοιοῦτον ἄθετον πρὸς ἰατρικὴν [6] χρῆσιν, πρὸς δὲ τὰ λοιπὰ εὔθετον.