Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de pez | pissélaion πισσέλαιον |
- | 1.72.3 |
οβ (72)
[1] γίνεται δὲ καὶ πισσέλαιον ἐκ τῆς πίσσης
χωριζομένου τοῦ ὑδατώδους αὐτῆς. ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρρός [γάλακτι], καὶ
ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ,
ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον, καὶ τοῦ-
το γίνεται ἐφ᾽ ὅσον ἂν χρόνον ἡ πίσσα ἕψηται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα·
δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασσόμενον [2] μετὰ κριθίνου ἀλεύρου. θεραπεύει δὲ τοῦτο
καὶ ἡ ὑγρὰ πίσσα καὶ τὰ ἐπὶ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ἐπιχριομένη.