Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de mirto | myrsinon élaion μύρσινον ἔλαιον |
Myrtus communis L. |
1.39 |
λθ (39)
περὶ μυρσινελαίου· μυρσίνινον δὲ σκευάζεται οὕτω·
λαβὼν τὰ ἁπ<α>λὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον
δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ᾽ ἀνθράκων, ἕως ἂν συνεψηθῇ,
αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπ<α>λὰ τῶν φύλλων κόψαντα
ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδίως [1] δὲ τὰ φύλλα κα-
θέντα εἰς ἥλιον [2] ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ,
κυπέρῳ, σχ<ο>ίνῳ. {2} ἔστι δὲ ἐμπλαστικώτερον [3] τὸ τῇ γεύσει πικρίζον καὶ ἐλαιῶδες, χλω-
ρόν, διαφανές, ὄζον μυρσίνης. δύναμις δὲ αὐτοῦ στυπτική, σκληρυντική· διὸ καὶ
ποιεῖ μιγνύμενον ἀπουλωτικαῖς καὶ πρὸς πυρίκαυτα, ἀχῶρας, πίτυρα, ἐξαν-
θήματα, παρατρίμματα, ῥαγάδας, κονδυλώματα, ἄρθρα κεχαλασμένα, ἱδρῶτας
καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν.