Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
helenio | Helénion ἑλένιον |
Inula helenium L. |
1.28 |
κη (28)
περὶ ἑλενίου·
ἑλένιον· οἱ δὲ σύμφυτον, οἱ δὲ περσικήν, οἱ δὲ μηδικήν, οἱ δὲ ὀρέστιον, οἱ δὲ νεκτά-
ριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον ἰδαίαν, οἱ δὲ φλόμον ἰδαῖον καλοῦσι. [ῥωμαῖοι
τερμινάλιοθμ, οἱ δὲ ἠνουλακαμπάνα [1], αἰγύπτιοι λήνης [2]·] φύλλα ἔχει φλόμῳ τῷ στενο-
φύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, καυλὸν δὲ οὐκ ἀνίησι[ν ἔν τισι τό-
ποις], ῥίζαν ὑπόλευκον καὶ ὑπόκιρρον, εὐώδη, μεγάλην, δριμεῖαν, εὐαφῆ [3], ἀφ᾽ ἧς εἰς
τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων <αἱ> παραφυάδες λαμβάνονται. γίνεται δὲ
ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἀνίκμοις [4] τόποις. {2} ὀρύσσεται δὲ ἡ ῥίζα θέρους καὶ τεμνομέ-
νη ξηραίνεται. κινεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον οὖρα καὶ ἔμμηνα. αὐτὴ δὲ
ἡ ῥίζα λαμβανομένη ἐν ἐκλ<ε>ικτῷ μετὰ μέλιτος ἁρμόζει βηξίν, ὀρθοπνοίαις, ῥήγμα-
σι, σπάσμασιν, ἐμπνευματώσεσι καὶ θηρίων δήγμασι, καθόλου θερμαντικὴ ὑπάρχουσα.
τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ᾽ οἴνου ἰσχιαδικοῖς ὠφελίμως.
ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ· ξηράναντες γὰρ αὐτὴν ἐπ᾽ ὀλίγον οἱ ἁλμευ-
ταί, εἶτα ἀφεψήσαντες ἀποβρέχουσιν ὕδατι ψυχρῷ, εἶτα βαλόντες εἰς ἕψημα
ἀποτίθενται εἰς χρῆσιν. [ποιεῖ δὲ λεῖαν πινομένη αἱμοπτοικοῖς.]