Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
higos silvestres | ólynthoi ὄλυνθοι |
Ficus carica L. |
1.128.5 |
fol. fol.
ρκη (128)
περὶ ὀλύνθων· οἱ δὲ ὄλυνθοι, ὑπὸ δέ τινων ἐρινεοὶ καλού-
μενοι, ἑφθοὶ καταπλασθέντες πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν, ὠμοὶ δὲ
μυρμηκίας καὶ θύμους σὺν νίτρῳ καὶ ἀλεύρῳ καταπλασθέντες αἴρουσι. καὶ τὰ φύλλα δὲ
τὰ αὐτὰ δύναται· σὺν ὄξει δὲ καὶ ἁλσὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας
fol. fol.
ἰῶνται [1]. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρων, καὶ λεῦκαι δὲ
καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κράδοις [2]· ποιεῖ καὶ πρὸς τὰ κυ-
νόδηκτα σὺν μέλιτι καὶ πρὸς τὰ κηρία. {6} ἀνάγουσι δὲ οἱ ὄλυνθοι <καὶ ὀστᾶ> σὺν μήκωνος ἀγρίας
φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ διαλύουσι, σὺν ὀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς
μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι. γίνεται δὲ καὶ κονία ἀγρίας συκῆς καὶ
ἡμέρου, καέντων τῶν κλάδων, ἐκ τῆς τέφρας· πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ πα-
λαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα· ἀνακαθαίρει <δὲ> καὶ ἀναλί-
σκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτυχόντας [3], ἐφ᾽ ὧν
δὲ καὶ ἐγκλύζοντας, ὡς ἐπὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων
καὶ μεγάλων· καθαίρει γὰρ καὶ κολλᾷ καὶ [τὰ περισσὰ] σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναί-
μοις. {7} καὶ ποτίζεται δὲ πρὸς αἵματος ἐκθρόμβωσιν καὶ πτώματα, ῥήγματα, σπάσ-
ματα, σὺν ὕδατος κυάθῳ [4] προσφάτου διυλισμένης καὶ ἐλαίου μιγέντος ὀλίγου,
κοιλιακοῖς δὲ καὶ δυσεντερικοῖς καθ᾽ ἑαυτὴν κυάθου πλῆθος βοηθεῖ διδομένη, καὶ τοῖς
νευρικοῖς δὲ καὶ σπάσμασι [5] σύγχρισμα ἁρμόδιον σὺν ἐλαίῳ [6] ἱδρῶτας κινοῦσα, καὶ
πρὸς γύψου πόσιν καὶ φαλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ αἱ λοιπαὶ
κονίαι, μάλιστα δὲ ἡ δρυίνη, στυπτικαὶ δέ εἰσι πᾶσαι.