Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bellotas de roble y encina | bálanoi [dryôn] βάλανοι [δρυῶν] |
Quercus sp. |
1.106.1 |
ρϚ (106)
περὶ βαλάνων· καὶ αἱ
βάλανοι δὲ τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρητικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ
πνευματοῦσαι. ἁρμόζουσι <δὲ> πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ
φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον. {2} ὠμαὶ δὲ καταπλασθεῖσαι λεῖ-
αι φλεγμονὰς παρηγοροῦσι, σὺν στέατι δὲ χοιρείῳ ταριχηρῷ πρὸς κακοήθεις σκλη-
ρίας καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυίνων αἱ πρίνιναι
τῇ δυνάμει εἰσί.